ΔΙΑΔΙΚΤΥΑΚΟΣ ΤΟΠΟΣ ΙΕΡΟΥ ΝΑΟΥ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΠΑΛΑΤΙΑΝΗΣ ΙΛΙΟΥ               

ΕΥΑΓΓΕΛΙΟΝ

  • Το Ευαγγέλιο της Κυριακής 14 Σεπτεμβρίου 2014 - Ύψωσις Τιμίου Σταυρού
    Το Ευαγγέλιο της Κυριακής 14 Σεπτεμβρίου 2014 - Ύψωσις Τιμίου Σταυρού
    (᾿Ιω. ιθ´ 6-11, 13-20, 25-28, 30-35) Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι κατὰ τοῦ ᾿Ιησοῦ ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ παρεγένοντο πρὸς Πιλᾶτον λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ᾿Απεκρίθησαν αὐτῷ οἱ ᾿Ιουδαῖοι· ῾Ημεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ Υἱὸν ἐποίησεν. ῞Οτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ ᾿Ιησοῦ· Πόθεν εἶ σύ; ῾Ο δὲ ᾿Ιησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ᾿Εμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; ᾿Απεκρίθη ᾿Ιησοῦς· Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾿ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. ῾Ο οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν ᾿Ιησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ῾Εβραϊστὶ δὲ Γαββαθᾶ· ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς ᾿Ιουδαίοις· ῎Ιδε ὁ βασιλεὺς ὑμῶν. Οἱ δὲ ἐκραύγασαν· ῏Αρον ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ᾿Απεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν ᾿Ιησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὅς λέγεται ῾Εβραϊστὶ Γολγοθᾶ, ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾿ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν ᾿Ιησοῦν. ῎Εγραψε δὲ καὶ τὶτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· ᾿Ιησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ᾿Ιουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ ᾿Ιησοῦς· καὶ ἦν γεγραμμένον ῾Εβραϊστί, ῾Ελληνιστί, ῾Ρωμαϊστί. Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ᾿Ιησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ᾿Ιησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· Γύναι, ἴδε ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ· ᾿Ιδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι πάντα ἤδη τετέλεσται, κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.  Απόδοση σε απλή γλώσσα Εκεῖνο τὸν καιρό, συνεδρίασαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι κι ἀποφάσισαν νὰ ἐξοντώσουν τὸν ᾿Ιησοῦ. ῏Ηρθαν τότε στὸν Πιλᾶτο κι ἔλεγαν· «Σταύρωσέ τον, σταύρωσέ τον!» Τοὺς λέει ὁ Πιλάτος· «Πάρτε τον ἐσεῖς καὶ σταυρῶστε τον· ἐγὼ δὲν τοῦ βρίσκω καμιὰ αἰτία καταδίκης». Τοῦ ἀπάντησαν οἱ ᾿Ιουδαῖοι· «᾿Εμεῖς ἔχουμε νόμο, καὶ σύμφωνα μὲ τὸν νόμο μας πρέπει νὰ πεθάνει, γιατὶ ἰσχυρίστηκε πὼς εἶναι Υἱὸς Θεοῦ». ῾Ο Πιλάτος, ὅταν ἄκουσε αὐτὸν τὸν λόγο, φοβήθηκε ἀκόμη περισσότερο. Μπῆκε πάλι μέσα στὸ πραιτώριο καὶ λέει στὸν ᾿Ιησοῦ· «᾿Απὸ ποῦ εἶσαι ἐσύ;» ᾿Αλλὰ ὁ ᾿Ιησοῦς δὲν τοῦ ᾿δωσε ἀπόκριση. Τοῦ λέει τότε ὁ Πιλάτος· «Σ’ ἐμένα δὲν ἀποκρίνεσαι; Δὲν ξέρεις πὼς ἔχω ἐξουσία νὰ σὲ σταυρώσω, ὅπως ἔχω καὶ ἐξουσία νὰ σὲ ἀφήσω ἐλεύθερο;» ῾Ο ᾿Ιησοῦς τοῦ ἀποκρίθηκε· «Δὲν θὰ εἶχες καμία ἐξουσία πάνω μου, ἂν δὲν σοῦ εἶχε δοθεῖ ἀπὸ τὸν Θεό». ῾Ο Πιλάτος, ὅταν ἄκουσε αὐτὰ τὰ λόγια, διέταξε νὰ φέρουν ἔξω τὸν ᾿Ιησοῦ κι ὁ ἴδιος κάθισε στὴν ἕδρα τοῦ δικαστῆ, στὸν τόπο ποὺ ὀνομάζεται Λιθόστρωτο -στὰ ἑβραϊκὰ «Γαββαθά». ῏Ηταν σχεδὸν μεσημέρι, παραμονὴ τοῦ Πάσχα. Λέει λοιπὸν ὁ Πιλάτος στοὺς ᾿Ιουδαίους· «Νά ὁ βασιλιάς σας!» Τότε ἐκεῖνοι ἄρχισαν νὰ φωνάζουν μὲ κραυγές· «Θάνατος, θάνατος, σταύρωσέ τον!» Τοὺς λέει ὁ Πιλάτος· «Τὸν βασιλιά σας νὰ σταυρώσω;» ᾿Αποκρίθηκαν οἱ ἀρχιερεῖς· «Δὲν ἔχουμε ἄλλον βασιλιά, ἐκτὸς ἀπὸ τὸν αὐτοκράτορα». Τότε κι ὁ Πιλάτος τοὺς τὸν παρέδωσε γιὰ νὰ σταυρωθεῖ. Οἱ στρατιῶτες, λοιπόν, παρέλαβαν τὸν ᾿Ιησοῦ καὶ ξεκίνησαν. Καὶ βγῆκε αὐτὸς ἀπὸ τὴν πόλη σηκώνοντας στοὺς ὤμους του τὸν σταυρό, μέχρι τὸν λεγόμενο «Τόπο τοῦ Κρανίου» -στὰ ἑβραϊκὰ λέγεται «Γολγοθά».  ᾿Εκεῖ σταύρωσαν τὸν ᾿Ιησοῦ. Μαζί του σταύρωσαν ἄλλους δύο, τὸν ἕνα ἀπὸ τὴ μιὰ μεριὰ καὶ τὸν ἄλλο ἀπὸ τὴν ἄλλη, καὶ στὴ μέση τὸν ᾿Ιησοῦ. ῾Ο Πιλάτος διέταξε ἐπίσης κι ἔγραψαν μιὰ ἐπιγραφή, καὶ τὴν τοποθέτησαν πάνω στὸν σταυρό. Κι ἔγραφε· «᾿Ιησοῦς ὁ Ναζωραῖος, Βασιλιὰς τῶν ᾿Ιουδαίων». Αὐτὴ τὴν ἐπιγραφὴ τὴ διάβασαν πολλοὶ ἀπὸ τοὺς ᾿Ιουδαίους, γιατὶ ὁ τόπος ὅπου σταυρώθηκε ὁ ᾿Ιησοῦς ἦταν κοντὰ στὴν πόλη, καὶ ἡ ἐπιγραφὴ ἦταν γραμμένη ἑβραϊκά, ἑλληνικὰ καὶ λατινικά. Κοντὰ στὸν σταυρὸ τοῦ ᾿Ιησοῦ στέκονταν ἡ μητέρα του, ἡ ἀδελφή της ἡ Μαρία, γυναίκα τοῦ Κλωπᾶ, καὶ ἡ Μαρία ἡ Μαγδαληνή. ῾Ο ᾿Ιησοῦς, ὅταν εἶδε τὴ μητέρα του καὶ τὸν μαθητὴ ποὺ ἀγαποῦσε νὰ στέκεται πλάι της, λέει στὴ μητέρα του· «Αὐτὸς τώρα εἶναι ὁ γιός σου». ῞Υστερα λέει στὸν μαθητή· «Αὐτὴ τώρα εἶναι ἡ μητέρα σου». ᾿Απὸ κείνη τὴν ὥρα ὁ μαθητὴς τὴν πῆρε στὸ σπίτι του. Μετὰ ἀπ’ αὐτό, ὁ ᾿Ιησοῦς γνωρίζοντας πὼς ὅλα εἶχαν φτάσει πιὰ στὸ καθορισμένο τέλος, ἔγειρε τὸ κεφάλι καὶ παρέδωσε τὸ πνεῦμα.
  • Το Ευαγγέλιο της Κυριακής 31 Αυγούστου 2014 - ΙΒ´ Ματθαίου
    Το Ευαγγέλιο της Κυριακής 31 Αυγούστου 2014 - ΙΒ´ Ματθαίου
    (Μτθ. ιθ´ 16-26)  Τῶ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τῷ ᾿Ιησοῦ, γονυπετῶν αὐτόν, καὶ λέγων· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; ῾Ο δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖνεἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ· Ποίας; ῾Ο δὲ ᾿Ιησοῦς εἶπε· Τὸ «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα», καὶ «ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». Λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; ῎Εφη αὐτῷ ὁ ᾿Ιησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ᾿Ακούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. ῾Ο δὲ ᾿Ιησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ᾿Αμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ᾿Ακούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; ᾿Εμβλέψας δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.  Απόδοση σε απλή γλώσσα Ἐκεῖνο τὸν καιρό, πλησίασε τὸν ᾿Ιησοῦ κάποιος νεαρός, γονάτισε μπροστά του καὶ τοῦ εἶπε· «᾿Αγαθὲ Διδάσκαλε, τί καλὸ νὰ κάνω γιὰ ν᾿ ἀποκτήσω αἰώνια ζωή;» ῾Ο ᾿Ιησοῦς τοῦ εἶπε· «Γιατί μὲ ὀνομάζεις ἀγαθό; Κανένας δὲν εἶναι ἀγαθός, παρὰ μόνο ἕνας, ὁ Θεός. ῍Αν θέλεις πάντως νὰ μπεῖς στὴ ζωή, τήρησε τὶς ἐντολές». «Ποιές;» τοῦ λέει. Κι ὁ ᾿Ιησοῦς εἶπε· «Τὸ μὴ σκοτώσεις, μὴ μοιχεύσεις, μὴν κλέψεις, μὴν ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴ μητέρα σου καὶ ἀγάπα τὸν πλησίον σου ὅπως τὸν ἑαυτό σου». «῞Ολα αὐτὰ τὰ τηρῶ ἀπὸ πολὺ μικρός», τοῦ λέει ὁ νεαρός. «Σὲ τί ἀκόμα ὑστερῶ;» ῾Ο ᾿Ιησοῦς τοῦ ἀπάντησε· «῍Αν θέλεις νὰ γίνεις τέλειος, πήγαινε πούλησε τὰ ὑπάρχοντά σου καὶ δῶσε τὰ χρήματα στοὺς φτωχούς, καὶ θὰ ἔχεις θησαυρὸ κοντὰ στὸν Θεό· κι ἔλα νὰ μὲ ἀκολουθήσεις». Μόλις ἄκουσε τὴν ἀπάντηση ὁ νεαρός, ἔφυγε λυπημένος, γιατὶ εἶχε μεγάλη περιουσία. Τότε ὁ ᾿Ιησοῦς εἶπε στοὺς μαθητές του· «Σᾶς βεβαιώνω πὼς δύσκολα θὰ μπεῖ πλούσιος στὴ βασιλεία τοῦ Θεοῦ. Καὶ σᾶς τὸ ἐπαναλαμβάνω· Εἶναι εὐκολότερο νὰ περάσει καμήλα ἀπὸ βελονότρυπα, παρὰ νὰ μπεῖ πλούσιος στὴ βασιλεία τοῦ Θεοῦ». ῞Οταν τ᾿ ἄκουσαν οἱ μαθητές του, ἔνιωσαν μεγάλη κατάπληξη κι ἔλεγαν· «Τότε ποιὸς μπορεῖ νὰ σωθεῖ;» ῾Ο ᾿Ιησοῦς τοὺς κοίταξε καὶ εἶπε· «Αὐτὸ εἶναι ἀδύνατο γιὰ τοὺς ἀνθρώπους· γιὰ τὸν Θεὸ ὅμως ὅλα εἶναι δυνατά».
  • Το Ευαγγέλιο της Κυριακής 24 Αυγούστου 2014 - ΙΑ´ Ματθαίου
    Το Ευαγγέλιο της Κυριακής 24 Αυγούστου 2014 - ΙΑ´ Ματθαίου
    Μτθ. ιη´ 23-35) Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ῾Ωμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. ᾿Αρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· Κύριε, μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. ᾿Εξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ ἀποδώσω σοι. ῾Ο δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. ᾿Ιδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ Πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.   Απόδοση σε απλή γλώσσα Εἶπε ὁ Κύριος αὐτὴ τὴν παραβολή· «῾Η βασιλεία τῶν οὐρανῶν μοιάζει μ᾿ ἕνα βασιλιά, ποὺ θέλησε νὰ τοῦ ἀποδώσουν λογαριασμὸ οἱ δοῦλοι του. Μόλις ἄρχισε νὰ κάνει τὸν λογαριασμό, τοῦ φέρανε κάποιον ποὺ ὄφειλε δέκα χιλιάδες τάλαντα. ᾿Επειδὴ δὲν μποροῦσε νὰ τὰ ἐπιστρέψει, ὁ κύριός του διέταξε νὰ πουλήσουν τὸν ἴδιο, τὴ γυναίκα του, τὰ παιδιά του κι ὅλα τὰ ὑπάρχοντά του καὶ νὰ τοῦ δώσουν τὸ ποσὸ ἀπὸ τὴν πώληση. ῾Ο δοῦλος τότε ἔπεσε στὰ πόδια του, τὸν προσκυνοῦσε κι ἔλεγε· “δεῖξε μου μακροθυμία καὶ θὰ σοῦ τὰ δώσω ὅλα τὰ χρέη μου πίσω”. Τὸν λυπήθηκε λοιπὸν ὁ κύριός του ἐκεῖνον τὸν δοῦλο καὶ τὸν ἄφησε νὰ φύγει· τοῦ χάρισε μάλιστα καὶ τὸ χρέος. Βγαίνοντας ἔξω ὁ ἴδιος δοῦλος, βρῆκε ἕναν ἀπὸ τοὺς συνδούλους του, ποὺ τοῦ ὄφειλε μόνο ἑκατὸ δηνάρια· τὸν ἔπιασε καὶ τὸν ἔσφιγγε νὰ τὸν πνίξει λέγοντάς του· “ξόφλησέ μου αὐτὰ ποὺ μοῦ χρωστᾶς”. ῾Ο σύνδουλός του τότε ἔπεσε στὰ πόδια του καὶ τὸν παρακαλοῦσε·  “δεῖξε μου μακροθυμία, καὶ θὰ σοῦ τὰ ξεπληρώσω”. ᾿Εκεῖνος ὅμως δὲν δεχόταν, ἀλλὰ πῆγε καὶ τὸν ἔβαλε στὴ φυλακή, ὥσπου νὰ ξεπληρώσει ὅ,τι τοῦ χρωστοῦσε. ῞Οταν τὸ εἶδαν αὐτὸ οἱ σύνδουλοί του, λυπήθηκαν πάρα πολύ, καὶ πῆγαν καὶ διηγήθηκαν στὸν κύριό τους ὅλα ὅσα ἔγιναν. Τότε ὁ κύριος τὸν κάλεσε καὶ τοῦ λέει· “κακὲ δοῦλε, σοῦ χάρισα ὅλο ἐκεῖνο τὸ χρέος, ἐπειδὴ μὲ παρακάλεσες· δὲν ἔπρεπε κι ἐσὺ νὰ σπλαχνιστεῖς τὸν σύνδουλό σου, ὅπως κι ἐγὼ σπλαχνίστηκα ἐσένα;” Καὶ ὀργισμένος τὸν παρέδωσε στοὺς βασανιστές, ὥσπου νὰ ξεπληρώσει ὅσα τοῦ χρωστοῦσε. ῎Ετσι θὰ κάνει καὶ σ᾿ ἐσᾶς ὁ οὐράνιος Πατέρας μου, ἂν ὁ καθένας σας δὲν συγχωρεῖ τὰ παραπτώματα τοῦ ἀδελφοῦ του μ᾿ ὅλη του τὴν καρδιά».
  • Το Ευαγγέλιο της Κυριακής 17 Αυγούστου 2014 - Κατά Ματθαίον ΙΖ´ 14-23
    Το Ευαγγέλιο της Κυριακής 17 Αυγούστου 2014 - Κατά Ματθαίον ΙΖ´ 14-23
    Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. Αποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Ο δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα. Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα Και όταν κατέβηκαν και ήλθαν προς το πλήθος, επλησίασεν αυτόν ένας άνθρωπος, που εγονάτισε εμπρός του με ευλάβειαν και είπε· “Κυριε σπλαγχνίσου το παιδί μου, διότι σεληνιάζεται και ταλαιπωρείται πολύ φοβερά· διότι πολλές φορές πίπτει εις την φωτιά και πολλές φορές στο νερό. Και έφερα αυτόν προς τους μαθητάς σου με την παράκλησιν να τον θεραπεύσουν και αυτοί δεν ημπόρεσαν να του χαρίσουν την θεραπείαν”. Απεκρίθη δε ο Ιησούς και είπεν· “ω γενεά άπιστος και διεστραμμένη από την κακίαν! Εως πότε θα είμαι μαζή σας; Εως πότε θα σας ανέχωμαι; Φερετε μου αυτόν εδώ”. Και επέπληξεν ο Ιησούς το δαιμόνιον και εβγήκεν αυτό από το παιδί, το οποίον και εθεραπεύθη από την ώρα εκείνην. Τότε επλησίασαν οι μαθηταί τον Ιησούν ιδιαιτέρως και είπαν· “διατί ημείς δεν ημπορέσαμεν να διώξωμε αυτό το δαιμόνιον;” (Είπαν δε τούτο, διότι εις άλλας περιστάσεις είχαν εκδιώξει δαιμόνια). Ο δε Ιησούς είπεν εις αυτούς· “ένεκα της απιστίας σας. Διότι σας διαβεβαιώνω, εάν έχετε πίστιν σαν το μικρό σπόρο του σιναπιού, θα πήτε στο βουνό τούτο· πήγαινε από εδώ εκεί και θα πάη και τίποτε δεν θα είναι για σας αδύνατον. Μάθετε δε ότι αυτό το είδος των δαιμονίων δεν εκδιώκεται παρά με προσευχήν και νηστείαν”. Ενώ δε περιήρχοντο εις την Γαλιλαίαν, είπε εις αυτούς ο Ιησούς· “ο Υιός του ανθρώπου μέλλει να παραδοθή εις τα χέρια μοχθηρών ανθρώπων και θα τον θανατώσουν, και κατά την τρίτην ημέρα θα αναστηθή”. Και ελυπήθησαν παρά πολύ οι μαθηταί.
  • Tο Ευαγγέλιο της Κυριακής 10 Αυγούστου 2014
    Tο Ευαγγέλιο της Κυριακής 10 Αυγούστου 2014
    Το Ευαγγελικό Ανάγνωσμα  (Μτθ. ιδ´ 22-34)    Τῶ καιρῷ ἐκείνῳ, ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ᾿Οψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. ᾿Αποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. ῾Ο δὲ εἶπεν, ᾿Ελθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν ᾿Ιησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ ᾿Ιησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ᾿Ολιγόπιστε! εἰς τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ᾿Αληθῶς Θεοῦ Υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.  Απόδοση: Εκεῖνο τὸν καιρό, ὁ ᾿Ιησοῦς ὑποχρέωσε τοὺς μαθητές του νὰ μποῦν στὸ καΐκι καὶ νὰ πᾶνε νὰ τὸν περιμένουν στὴν ἀπέναντι ὄχθη, ὡσότου αὐτὸς διαλύσει τὰ πλήθη. ᾿Αφοῦ τοὺς διέλυσε, ἀνέβηκε μόνος του στὸ βουνὸ νὰ προσευχηθεῖ. ῞Οταν βράδιασε ἦταν μόνος του ἐκεῖ. Στὸ μεταξὺ τὸ καΐκι βρισκόταν κιόλας στὴ μέση τῆς λίμνης καὶ τὸ παίδευαν τὰ κύματα, γιατὶ ἦταν ἀντίθετος ὁ ἄνεμος. Κατὰ τὰ ξημερώματα, ἦρθε ὁ ᾿Ιησοῦς κοντά τους περπατώντας πάνω στὴ λίμνη. Οἱ μαθητές, ὅταν τὸν εἶδαν νὰ περπατάει πάνω στὴ λίμνη, τρόμαξαν· ἔλεγαν πὼς εἶναι φάντασμα κι ἔβαλαν τὶς φωνὲς ἀπὸ τὸν φόβο τους. ᾿Αμέσως ὅμως ὁ ᾿Ιησοῦς τοὺς μίλησε καὶ τοὺς εἶπε· «Θάρρος! ᾿Εγὼ εἶμαι· μὴ φοβάστε». ῾Ο Πέτρος τοῦ ἀποκρίθηκε· «Κύριε, ἂν εἶσαι ἐσύ, δῶσε μου ἐντολὴ νὰ ἔρθω κοντά σου περπατώντας στὰ νερά». Κι ἐκεῖνος τοῦ εἶπε· «῎Ελα». Κατέβηκε τότε ἀπὸ τὸ πλοῖο ὁ Πέτρος κι ἄρχισε νὰ περπατάει πάνω στὰ νερὰ γιὰ νὰ πάει στὸν ᾿Ιησοῦ. Βλέποντας ὅμως τὸν ἰσχυρὸ ἄνεμο φοβήθηκε, κι ἄρχισε νὰ καταποντίζεται· ἔβαλε τότε τὶς φωνές· «Κύριε, σῶσε με!» ᾿Αμέσως ὁ ᾿Ιησοῦς ἅπλωσε τὸ χέρι, τὸν ἔπιασε καὶ τοῦ λέει· «᾿Ολιγόπιστε, γιατί σὲ κυρίεψε ἡ ἀμφιβολία;» Καὶ μόλις ἀνέβηκαν στὸ καΐκι κόπασε ὁ ἄνεμος. Τότε ὅσοι ἦταν στὸ καΐκι ἦρθαν καὶ τὸν προσκύνησαν λέγοντας· «᾿Αληθινά, εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ!» ᾿Αφοῦ διασχίσανε τὴ λίμνη, ἦρθαν στὴν περιοχὴ τῆς Γεννησαρέτ. 
  • Το Ευαγγέλιο της Κυριακής 3 Αυγούστου 2014 -  - Κυριακὴ Η´ Ματθαίου
    Το Ευαγγέλιο της Κυριακής 3 Αυγούστου 2014 - - Κυριακὴ Η´ Ματθαίου
    ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΔ´ 14 - 22 Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. Οψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Ο δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. Ο δὲ εἶπε· Φέρετέ μοι αὐτούς ὧδε. Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Απόδοση σε απλή γλώσσα   Και όταν εβγήκεν ο Ιησούς από εκεί που έμενεν, είδε πολύν λαόν, εσπλαγχνίσθη αυτούς και εθεράπευσεν όλους όσοι ήσαν άρρωστοι. Αργά δε το απόγευμα προσήλθαν οι μαθηταί και του είπαν· “ο τόπος είναι έρημος και η ώρα έχει περάσει· διέλυσε τα πλήθη, ώστε να πάνε εις τα γύρω χωριά και να αγοράσουν δια τον εαυτόν τους τροφάς”. Ο δε Ιησούς τους είπεν· “δεν έχουν ανάγκην να πάνε· δώστε τους σεις να φάγουν”. (Και είπε τούτο, δια να δώση ευκαιρίαν στους μαθητάς να δείξουν την αγάπην των, αλλά και δια να τους προπαρασκευάση ψυχολογικώς δια το θαύμα). Εκείνοι δε του είπαν· “εδώ δεν έχομεν παρά μόνον πέντε άρτους και δύο ψάρια”. Ο δε Ιησούς είπε “φέρετέ τα εδώ εις εμέ”. Και αφού συνέστησε εις τα πλήθη να καθήσουν επάνω εις τα χόρτα, επήρε τους πέντε άρτους και τα δύο ψάρια, εσήκωσε τα μάτια στον ουρανόν, δια να ευχαριστήση τον ουράνιον Πατέρα, ευλόγησε, έκοψε τους άρτους εις κομμάτια και τα έδωσε στους μαθητάς και οι μαθηταί στους όχλους. Έφαγαν δε όλοι και εχόρτασαν και εμάζευσαν ο,τι επερίσσευσεν από τα κομμάτια, δώδεκα κοφίνια γεμάτα. Εκείνοι δε που έφαγαν ήσαν πέντε περίπου χιλιάδες, εκτός από τας γυναίκας και τα παιδιά. Και αμέσως ο Ιησούς ηνάγκασε τους μαθητάς να εισέλθουν στο πλοίον και να πάνε προ αυτού στο απέναντι μέρος, μέχρις ότου αυτός απολύση τα πλήθη του λαού. (Τούτο δε το έκαμε δια να μη παρασυρθούν και οι μαθηταί από τον άκριτον ενθουσιασμόν των ανθρώπων αυτών, που ήθελαν να τον ανακηρύξουν βασιλέα).
  • Το Ευαγγέλιο της Κυριακής 27 Ιουλίου 2014 - Ζ´ Ματθαίου
    Το Ευαγγέλιο της Κυριακής 27 Ιουλίου 2014 - Ζ´ Ματθαίου
      (Μτθ. θ´ 27-35) Τῷ καιρῷ ἐκείνῳ, παράγοντι τῷ ᾿Ιησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ᾿Ελέησον ἡμᾶς, υἱὲ Δαυΐδ. ᾿Ελθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· Ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· ῾Ορᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ ᾿Ισραήλ. Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ᾿Εν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ ᾿Ιησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.    Απόδοση σε απλή γλώσσα Εκεῖνο τὸν καιρό, καθὼς προχωροῦσε ᾿Ιησοῦς, τὸν ἀκολούθησαν δύο τυφλοί, ποὺ φώναζαν κι ἔλεγαν· «Σπλαχνίσου μας, Υἱὲ τοῦ Δαβίδ!» Κι ὅταν ἔφτασε στὸ σπίτι, πῆγαν κοντά του οἱ τυφλοί, καὶ ὁ ᾿Ιησοῦς τοὺς λέει· «Πιστεύετε πὼς μπορῶ νὰ τὸ κάνω αὐτό;» Τοῦ λένε· «Ναί, Κύριε». Τότε ἄγγιξε τὰ μάτια τους καὶ εἶπε· «῞Οπως τὸ πιστεύετε νὰ σᾶς γίνει». Κι ἀνοίχτηκαν τὰ μάτια τους. Τότε ὁ ᾿Ιησοῦς τοὺς πρόσταξε λέγοντας· «Προσέξτε νὰ μὴν τὸ μάθει κανένας». Αὐτοὶ ὅμως, μόλις βγῆκαν ἔξω, διέδωσαν τὴ φήμη του σ᾿ ὅλη τὴν περιοχὴ ἐκείνη. ᾿Ενῶ ἔβγαιναν ἔξω οἱ δύο τυφλοί, τοῦ ἔφεραν ἕναν κωφάλαλο δαιμονισμένο. Μόλις ἔδιωξε τὸ δαιμόνιο, μίλησε ὁ κωφάλαλος. Κι ὁ κόσμος θαύμασε καὶ εἶπε· «Ποτὲ ὣς τώρα δὲν εἶδαν οἱ ᾿Ισραηλίτες τέτοια πράγματα!» Οἱ Φαρισαῖοι ὅμως ἔλεγαν· «Μὲ τὴ δύναμη τοῦ ἄρχοντα τῶν δαιμονίων διώχνει τὰ δαιμόνια».  ῾Ο ᾿Ιησοῦς περιόδευε σ᾿ ὅλες τὶς πόλεις καὶ στὰ χωριά, δίδασκε στὶς συναγωγές τους, κήρυττε τὸ χαρμόσυνο μήνυμα γιὰ τὸν ἐρχομὸ τῆς βασιλείας τοῦ Θεοῦ καὶ γιάτρευε κάθε ἀσθένεια καὶ κάθε ἀδυναμία στὸν λαό.
  • Το Ευαγγέλιο της Κυριακής (13 Ιουλίου 2014) - Αγίων πατέρων Δ´ Οικ. Συνόδου
    Το Ευαγγέλιο της Κυριακής (13 Ιουλίου 2014) - Αγίων πατέρων Δ´ Οικ. Συνόδου
    (Ματθ. ε΄ 14-19) Εἶπεν ὁ Κύριος· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀπόδοση σε απλή γλώσσα: Εἶπεν ὁ Κύριος: Σεῖς εἶσθε τὸ φῶς τοῦ κόσμου· δὲν εἶναι δυνατὸν νὰ κρυφθῇ πόλις, ποὺ βρίσκεται ἐπάνω σὲ ἕνα βουνό. Οὔτε ἀνάβουν λυχνάρι καὶ τὸ τοποθετοῦν κάτω ἀπὸ τὸ μόδι, ἀλλὰ ἐπάνω εἰς τὸν λυχνοστάτην καὶ ἔτσι λάμπει εἰς ὅλους, ποὺ βρίσκονται εἰς τὸ σπίτι. Ἔτσι πρέπει νὰ λάμψῃ τὸ φῶς σας ἐμπρὸς στοὺς ἀνθρώπους, διὰ νὰ ἰδοῦν τὰ καλά σας ἔργα καὶ νὰ δοξάσουν τὸν Πατέρα σας ποὺ εἶναι εἰς τὸν οὐρανόν». «Μὴ νομίσετε ὅτι ἦλθα διὰ νὰ καταργήσω τὸν νόμον ἢ τοὺς προφῆτας. Δὲν ἦλθα νὰ καταργήσω, ἀλλὰ νὰ ἐκπληρώσω. Ἀλήθεια σᾶς λέγω, ἕως ὅτου παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, οὔτε ἕνα γιῶτα ἢ μικρὴ στιγμὴ δὲν θὰ καταργηθῇ ἀπὸ τὸν νόμον, μέχρις ὅτου γίνουν ὅλα. Ἐκεῖνος λοιπὸν ποὺ θὰπαραβῇ μίαν ἀπὸ τὰς ἐντολὰς αὐτὰς τὰς ἐλαχίστας καὶ διδάξῃ τοὺς ἄλλους νὰ κάνουν τὸ ἴδιο, αὐτὸς θὰ ὀνομασθῇ ἐλάχιστος εἰς τὴν βασιλεία τῶν οὐρανῶν, ἐνῷ ἐκεῖνος ποὺ τὰς ἐφαρμόζει καὶ τὰς διδάσκει, αὐτὸς θὰ ὀνομασθῇ μεγάλος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
  • Το Ευαγγέλιο της Κυριακής 28 Ιουνίου 2015 – Δ΄Ματθαίου (η θεραπεία του δούλου του εκατοντάρχου)
    Το Ευαγγέλιο της Κυριακής 28 Ιουνίου 2015 – Δ΄Ματθαίου (η θεραπεία του δούλου του εκατοντάρχου)
    Τῷ καιρῷ εκείνω, εἰσελθόντι τῷ Ιησοῦ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.   Ἀπόδοση στη νεοελληνική: Ὅταν ἐμπῆκε ὁ Ἰησοῦς εἰς τὴν Καπερναούμ, ἦλθε πρὸς αὐτὸν ἕνας ἑκατόνταρχος, ὁ ὁποῖος τὸν παρακαλοῦσε καὶ τοῦ ἔλεγε, «Κύριε, ὁ δοῦλος μου εἶναι κατάκοιτος εἰς τὸ σπίτι, παράλυτος καὶ ὑποφέρει τρομερά». Ὁ Ἰησοῦς τοῦ λέγει, «Ἐγὼ θὰ ἔλθω καὶ θὰ τὸν θεραπεύσω». Ἀπεκρίθη ὁ ἑκατόνταρχος, «Κύριε, δὲν εἶμαι ἄξιος γιὰ νὰ μπῇς κάτω ἀπὸ τὴν στέγην μου, ἀλλὰ μόνον πὲς ἕναν λόγο καὶ θὰ θεραπευθῇ ὁ δούλος μου. Διότι καὶ ἐγώ, ποὺ εἶμαι ἕνας ἄνθρωπος ὑπὸ τὴν ἐξουσίαν ἄλλων, ἔχω ὑπὸ τὰς διαταγάς μου στρατιῶτες καὶ λέγω εἰς τοῦτον, «Πήγαινε», καὶ πηγαίνει, καὶ εἰς τὸν ἄλλον, «Ἔλα», καὶ ἔρχεται καὶ εἰς τὸν δοῦλον μου, «Κάνε τοῦτο», καὶ τὸ κάνει. Ὅταν ἄκουσε αὐτὰ ὁ Ἰησοῦς, ἐθαύμασε καὶ εἶπε εἰς ἐκείνους ποὺ τὸν ἀκολουθοῦσαν, «Σᾶς βεβαιῶ ὅτι οὔτε εἰς τοὺς Ἰσραηλίτας δὲν εὑρῆκα τόσον μεγάλην πίστην. Σᾶς λέγω, ὅτι πολλοὶ θὰ ἔλθουν ἀπὸ τὴν Ἀνατολὴν καὶ τὴν Δύσιν καὶ θὰ καθίσουν εἰς τὸ τραπέζι μαζί μὲ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ στὴν βασιλείαν τῶν οὐρανῶν, ἐνῷ τὰ παιδιὰ τῆς βασιλείας θὰ ριφθοῦν ἔξω εἰς τὸ σκοτάδι. Ἐκεῖ θὰ εἶναι τὸ κλάμα καὶ τὸ τρίξιμο τῶν δοντιῶν». Καὶ εἶπεν ὁ Ἰησοῦς εἰς τὸν ἑκατόνταρχον, «Πήγαινε καὶ ἂς σοῦ γίνῃ ὅπως ἐπίστεψες». Καὶ θεραπεύθηκε ὁ δοῦλος κατὰ τὴν ὥραν ἐκείνην.
  • Το Ευαγγέλιο της Κυριακής 21 Ιουνίου 2015 - Γ´ Ματθαίου
    Το Ευαγγέλιο της Κυριακής 21 Ιουνίου 2015 - Γ´ Ματθαίου
    (Ματθ. ιστ΄13-19) ᾿Ελθὼν δὲ ὁ ᾿Ιησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οἱ δὲ εἶπον· οἱ μὲν ᾿Ιωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ ᾿Ηλίαν, ἕτεροι δὲ ῾Ιερεμίαν ἢ ἕνα τῶν προφητῶν. λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγεται εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. Απόδοση σε απλή γλώσσα: Και όταν ο Ιησούς ήρθε στα μέρη τής Καισάρειας του Φιλίππου, ρωτούσε τους μαθητές του, λέγοντας: Για ποιον με λένε οι άνθρωποι ότι είμαι εγώ ο Υιός τού ανθρώπου; Και εκείνοι είπαν: Άλλοι μεν για τον Βαπτιστή Ιωάννη· άλλοι δε για τον Ηλία, και άλλοι για τον Ιερεμία ή για έναν από τους Προφήτες. Λέει σ' αυτούς: Εσείς, όμως, για ποιον με λέτε ότι είμαι; Και αποκρινόμενος ο Σίμωνας Πέτρος, είπε: Εσύ είσαι ο Χριστός, ο Υιός τού ζωντανού Θεού. Και αποκρινόμενος ο Ιησούς είπε σ' αυτόν: Μακάριος είσαι, Σίμωνα, γιε τού Ιωνά, επειδή αυτό δεν σου το αποκάλυψε σάρκα και αίμα, αλλά ο Πατέρας μου, που είναι στους ουρανούς. Και εγώ, μάλιστα, σου λέω ότι: Εσύ είσαι ο Πέτρος, και επάνω σ' αυτή την πέτρα θα κτίσω την εκκλησία μου· και πύλες άδη δεν θα υπερισχύσουν εναντίον της. Και θα σου δώσω τα κλειδιά τής βασιλείας των ουρανών· και ό,τι αν δέσεις επάνω στη γη, θα είναι δεμένο στους ουρανούς· και ό,τι αν λύσεις επάνω στη γη, θα είναι λυμένο στους ουρανούς.
  • ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 3 ΙΟΥΛΙΟΥ 2016   Β΄ Ματθαίου: Ματθ. δ΄ 18-23
    ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 3 ΙΟΥΛΙΟΥ 2016 Β΄ Ματθαίου: Ματθ. δ΄ 18-23
    Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. Καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα Ενώ δε περιπατούσε εις την παραλίαν της θαλάσσης της Γαλιλαίας, είδε δύο αδελφούς, τον Σιμωνα, τον οποίον αργότερα ο ίδιος ο Χριστός ωνόμασε Πέτρον, και τον Ανδρέαν τον αδελφόν αυτού, οι οποίοι έριπταν το δίκτυον εις την θάλασσαν, διότι ήσαν ψαράδες· Kαι λέγει εις αυτούς· “ακολουθήσατέ με και εγώ θα σας κάμω ικανούς να ψαρεύετε και να προσελκύετε ανθρώπους εις την βασιλείαν των ουρανών με το δίκτυον του κυρήγματος”. Αυτοί αμέσως εγκατέλειψαν τα δίκτυα και τον ηκολούθησαν. Και προχωρήσας από εκεί είδε δύο άλλους αδελφούς, τον Ιάκωβον τον υιόν του Ζεβεδαίου και τον Ιωάννην τον αδελφόν αυτού να ετοιμάζουν μαζή με τον πατέρα των τον Ζεβεδαίον τα δίκτυά των μέσα στο πλοίον· και τους εκάλεσεν. Αυτοί δε, χωρίς αναβολήν, άφησαν το πλοίον και τον πατέρα των και τον ηκολούθησαν. Ο δε Ιησούς περιήρχετο τότε όλην την Γαλιλαίαν, εδίδασκεν εις τας συναγωγάς (όπου κάθε Σαββατον εμαζεύοντο οι Εβραίοι) εκήρυσσε το χαρμόσυνον άγγελμα της πνευματικής βασιλείας, που θα εγκαθίδρυε, και εθεράπευε κάθε ασθένειαν και κάθε σωματικήν αδυναμίαν μεταξύ του λαού.
  • ΕΥΑΓΓΕΛΙΟ ΚΥΡΙΑΚΗΣ 27 ΙΟΥΝΙΟΥ 2021 – ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ
    ΕΥΑΓΓΕΛΙΟ ΚΥΡΙΑΚΗΣ 27 ΙΟΥΝΙΟΥ 2021 – ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ
      ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ 27 Iουνίου 2021 Κατά Ματθαίον (ι΄ 32‐33, 37‐38, ιθ΄ 27‐30)  Ι΄32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· 33 ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.   37 ῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος     ΙΘ΄27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ. 29 καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.   Απόδοση στη νεοελληνική: Εἶπε ὁ Κύριος: «Καθέναν ποὺ θὰ μὲ ὁμολογήσῃ ἐμπρὸς στοὺς ἀνθρώπους, θὰ τὸν ὁμολογήσω καὶ ἐγὼ ἐμπρὸς στὸν Πατέρα μου τὸν οὐράνιον. Ἐκεῖνον ὅμως ποὺ θὰ μὲ ἀρνηθῇ ἐμπρὸς στοὺς ἀνθρώπους, θὰ τὸν ἀρνηθῶ καὶ ἐγὼ ἐμπρὸς στὸν Πατέρα μου τὸν οὐράνιον. Ἐκεῖνος ποὺ ἀγαπᾶ πατέρα ἢ μητέρα περισσότερον ἀπὸ ἐμέ, δὲν μοῦ εἶναι ἄξιος. Καὶ ἐκεῖνος, ποὺ ἀγαπᾶ υἱόν ἢ θυγατέρα περισσότερον ἀπὸ ἐμέ, δὲν μοῦ εἶναι ἄξιος. Καὶ ἐκεῖνος, ποὺ δὲν παίρνει τὸν σταυρόν του καὶ δὲν μὲ ἀκολουθεῖ δὲν μοῦ εἶναι ἄξιος.» Τότε ἔλαβε τὸν λόγον ὁ Πέτρος καὶ τοῦ εἶπε, «Νὰ, ἐμεῖς ποὺ ἀφήκαμε ὅλα καὶ σὲ ἀκολουθήσαμε· τὶ λοιπὸν θὰ ἀπολαύσωμεν;». Ὁ δὲ Ἰησοῦς τοὺς εἶπε, «Ἀλήθεια σᾶς λέγω, ὅτι σεῖς, οἱ ὁποίοι μὲ ἀκολουθήσατε, ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου θὰ καθήσῃ εἰς τὸν θρόνον τῆς δόξης του εἰς τὴν Νέαν Δημιουργίαν, θὰ καθήσετε καὶ σεῖς σὲ δώδεκα θρόνους, διὰ νὰ κρίνετε τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ καθένας ποὺ ἀφῆκε σπίτια ἢ ἀδελφούς ἢ ἀδελφές ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ παιδιά ἢ χωράφια διὰ τὸ ὄνομά μου, θὰ πάρῃ ἑκατὸ φορὲς περισσότερα καὶ θὰ κληρονομήσῃ ζωὴν αἰώνιον. Πολλοὶ δέ, οἱ ὁποίοι εἶναι πρῶτοι, θὰ γίνουν τελευταῖοι, καὶ ἐκεῖνοι ποὺ εἶναι τελευταῖοι, θᾶ γίνουν πρῶτοι».
  • Το Ευαγγέλιο της Κυριακής 2 Φεβρουαρίου 2014 - Λουκά Β' 22-40
    Το Ευαγγέλιο της Κυριακής 2 Φεβρουαρίου 2014 - Λουκά Β' 22-40
     Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν. Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἰερουσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν ἅγιον ἐπ’ αὐτόν· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. Kαὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Kαὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. Kαὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Kαὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέτ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ’ αὐτό. Ερμηνευτική απόδοση: Και όταν, σύμφωνα με τον νόμον του Μωϋσέως, συνεπληρώθησαν αι ημέραι του καθαρισμού της μητέρας του παιδίου και του μνηστήρος της, ανέβασαν αυτό εις τα Ιεροσόλυμα, δια να το παρουσιάσουν και το αφιερώσουν στον Κυριον. Αυτό δε έγινε σύμφωνα με το γραμμένον στον νόμον του Κυρίου, ότι κάθε πρωτότοκον αρσενικόν, που διανοίγει την μήτραν της μητέρας του, θα θεωρηθή αφιερωμένον στον Κυριον. Ανέβησαν ακόμη στον ναόν να προσφέρουν την θυσίαν δια τον καθαρισμόν των, όπως ήτο πάλιν γραμμένον στον νόμον Κυρίου, δηλαδή ένα ζεύγος τρυγόνες η δύο μικρά περιστέρια, σαν πτωχοί που ήσαν. Και ιδού εζούσε εις την Ιερουσαλήμ ένας άνθρωπος, ονόματι Συμεών. Και ο άνθρωπος αυτός ήτο δίκαιος και ευλαβής και επερίμενε να έλθη λύτρωσις και παρηγορία στον λαόν του Ισραήλ με την έλευσιν του Χριστού, όπως είχαν προείπει αι Γραφαί, και Πνεύμα Αγιον ήτο εις αυτόν· και του είχεν αποκαλυφθή από το Αγιον Πνεύμα ότι δεν θα απέθνησκεν, πριν ίδη εκείνον, τον οποίον ο Θεός θα έχριε Σωτήρα και βασιλέα του κόσμου. Και κατά παρακίνησιν του Αγίου Πνεύματος ήλθεν στον ναόν. Και όταν οι γονείς έφεραν το παιδίον Ιησούν στον ναόν να κάμουν δι' αυτό ο,τι ώριζεν ο νόμος δια τα πρωτότοκα, τότε και αυτός ο Συμεών εδέχθη εις τας αγκάλας του το παιδίον, εδοξολόγησε τον Θεόν και είπε· “τώρα πλέον με απολύεις εμέ τον δούλον σου να φύγω από τον κόσμον αυτόν, Δεσπότα, ειρηνικός και χαρούμενος, σύμφωνα με τον λόγον που μου είπες, διότι είδαν τα μάτια μου τον Χριστόν, ο οποίος θα φέρη την σωτηρίαν, την οποίαν συ έχεις ετοιμάσει, δια να την ίδουν όλοι οι λαοί της γης. Φως πνευματικόν, που θα φανερώση εις τα έθνη τον αληθινόν Θεόν και την δόξαν του λαού σου Ισραήλ, αφού από αυτόν τον λαόν κατά το ανθρώπινον προέρχεται ο Χριστός”. Και ο Ιωσήφ και η μητέρα του παιδίου συνεχώς εθαύμαζαν δι' όσα ελέγοντο περί του παιδίου. Και ευλόγησεν αυτούς ο Συμεών και είπε προς την Μαρίαν την μητέρα του παιδίου· “ιδού αυτός θα γίνη αιτία να πέσουν και να αναστηθούν πολλοί στον Ισραήλ, (θα πέσουν εκείνοι που δεν θα πιστεύσουν, θα αναστηθούν και θα λυτρωθούν εκείνοι που θα πιστεύσουν). Και θα γίνη αυτός σημείον αντιλογίας μεταξύ των ανθρώπων. Και την ιδικήν σου μητρικήν καρδίαν θα διαπεράση η ρομφαία του πόνου, όταν ίδης τον υιόν σου να πάσχη δια την σωτηρίαν των ανθρώπων. Ολα δε αυτά θα γίνουν, δια να φανερωθούν οι μυστικοί διαλογισμοί και απόκρυφοι πόθοι πολλών καρδιών”. Υπήρχε δε εις τα Ιεροσόλυμα και κάποια προφήτις, ονόματι Αννα, θυγάτηρ του Φανουήλ, από την φυλήν Ασήρ· αυτή ήτο πολύ προχωρημένη εις την ηλικίαν της και είχε ζήσει επτά έτη μετά του ανδρός της, από την ημέρα που ως παρθένος είχεν υπανδρευθή αυτόν. Και αυτή ήτο χήρα, ογδοήκοντα τεσσάρων περίπου ετών, η οποία δεν απεμακρύνετο από τον Ιερόν περίβολον του ναού, λατρεύουσα νύκτα και ημέραν τον Θεόν με νηστείας και προσευχάς. Και αυτή εκείνη την ώραν, αφού είδε το παιδίον, εδοξολογούσε τον Κυριον και έλεγε περί αυτού εις όλους τους κατοίκους της Ιερουσαλήμ, που επερίμεναν την λύτρωσίν των από τα δεινά και την καταδίκην της αμαρτίας. Και αμέσως, όταν ο Ιωσήφ και η Μαρία εξετέλεσαν όλα όσα ο νόμος του Κυρίου ώριζε, επέστρεψαν εις την Γαλιλαίαν, εις την πατρίδα των την Ναζαρέτ. Το δε παιδίον ηύξανε κατά το σώμα και ισχυροποιείτο πολύ κατά το πνεύμα και επληρούτο από σοφίαν, την οποίαν εις αυτό μετέδιδεν, καθόσον επροχωρούσε η ηλικία του, η ενωμένη με αυτό θεία του φύσις. Και χάρις Θεού ήτο εις αυτό, η οποία το επροφύλασσε αμόλυντο από κάθε αμαρτίαν, το καθωδηγούσε δε και το ενίσχυε προς κάθε αρετήν.
  • 04/01/2015 – ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ Κατά Μάρκον (α΄ 1-8)
    04/01/2015 – ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ Κατά Μάρκον (α΄ 1-8)
    Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.   Ἀπόδοση στη νεοελληνική: Ἡ ἀρχὴ τοῦ εὐαγγελίου τοῦ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ ἔγινε σύμφωνα μὲ ἐκεῖνο ποὺ εἶναι γραμμένον εἰς τοὺς προφήτας: Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὶν ἀπὸ σέ, ὁ ὁποῖος θὰ πρετοιμάσῃ τὸν δρόμον σου ἐμπρός σου. Φωνὴ ἕνὸς ποὺ φωνάζει εἰς τὴν ἔρημον· ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, κἀμετε ἴσιους τοὺς δρόμους του. Ἐμφανίσθηκε ὁ Ἰωάννης, ὁ ὁποῖος ἐβάπτιζεν εἰς τὴν ἔρημον καὶ ἐκήρυττε βάπτισμα μετανοίας πρὸς συγχώρησιν τῶν ἀμαρτιῶν. Καὶ ἐρχότανε πρὸς αὐτὸν ὁλόκληρη ἡ χώρα τῆς Ἰουδαίας καὶ οἱ κάτοικοι τῆς Ἱερουσαλὴμ καὶ ἐβαπτίζοντο ὅλοι ἀπὸ αὐτὸν εἰς τὸν Ἰορδάνην ποταμόν, ἀφοῦ ἐξωμολογοῦντο τὰς ἁμαρτίας των. Ὁ Ἰωάννης ἐφοροῦσε ἔνδυμα ἀπὸ τρίχες καμήλου καὶ δερμάτινην ζώνην γύρω ἀπὸ τὴν μέσην του καὶ ἔτρωγε ἀκρίδες καὶ ἄγριο μέλι. Ἐκήρυττε καὶ ἔλεγε, «Ἔρχεται ὕστερα ἀπὸ ἐμὲ ἐκεῖνος, ὁ ὁποῖος εἶναι ἰσχυρότερος ἀπὸ ἐμὲ καὶ τοῦ ὁποίου δὲν εἶμαι ἱκανὸς νὰ σκύψω καὶ νὰ λύσω τὰ λουριὰ ἀπὸ τὰ ὑποδήματά του. Ἐγὼ σᾶς ἐβάπτισα μὲ νερό, αὐτὸς ὅμως θὰ σᾶς βαπτίσῃ μὲ Ἅγιον Πνεῦμα».
  • Το Ευαγγέλιο της Κυριακής 20-12-2015 ( Κυριακή προ των Χριστουγέννων )  Ευαγγέλιο κατά Ματθαίον (α΄1-25)
    Το Ευαγγέλιο της Κυριακής 20-12-2015 ( Κυριακή προ των Χριστουγέννων ) Ευαγγέλιο κατά Ματθαίον (α΄1-25)
    (Ματθ. α´ 1-25)  Βίβλος γενέσεως ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ ᾿Αβραάμ. ᾿Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ, ᾿Ισαὰκ δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ᾿Ιούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν ᾿Εσρώμ, ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράμ, ᾿Αρὰμ δὲ ἐγέννησε τὸν ᾿Αμιναδάβ, ᾿Αμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς ῾Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν ᾿Ωβὴδ ἐκ τῆς ῾Ρούθ, ᾿Ωβὴδ δὲ ἐγέννησε τὸν ᾿Ιεσσαί, ᾿Ιεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν ῾Ροβοάμ, ῾Ροβοὰμ δὲ ἐγέννησε τὸν ᾿Αβιά, ᾿Αβιὰ δὲ ἐγέννησε τὸν ᾿Ασά, ᾿Ασὰ δὲ ἐγέννησε τὸν ᾿Ιωσαφάτ, ᾿Ιωσαφὰτ δὲ ἐγέννησε τὸν ᾿Ιωράμ, ᾿Ιωρὰμ δὲ ἐγέννησε τὸν ᾿Οζίαν, ᾿Οζίας δὲ ἐγέννησε τὸν ᾿Ιωάθαμ, ᾿Ιωάθαμ δὲ ἐγέννησε τὸν ῎Αχαζ, ῎Αχαζ δὲ ἐγέννησε τὸν ῾Εζεκίαν, ῾Εζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν ᾿Αμών, ᾿Αμὼν δὲ ἐγέννησε τὸν ᾿Ιωσίαν, ᾿Ιωσίας δὲ ἐγέννησε τὸν ᾿Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾿Ιεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν ᾿Αβιούδ, ᾿Αβιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελιακείμ, ᾿Ελιακεὶμ δὲ ἐγέννησε τὸν ᾿Αζώρ, ᾿Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν ᾿Αχείμ, ᾿Αχεὶμ δὲ ἐγέννησε τὸν ᾿Ελιούδ, ᾿Ελιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελεάζαρ, ᾿Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ᾿Ιησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾿Αβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ ᾿Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ῾Αγίου. ᾿Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· ᾿Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ῾Αγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «᾿Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ», ὅ ἐστι μεθερμηνευόμενον «μεθ᾿ ἡμῶν ὁ Θεός». Διεγερθεὶς δὲ ὁ ᾿Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν.   Ἀπόδοση στη νεοελληνική: Βιβλίο τῆς ἱστορίας τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ Δαυὶδ, τοῦ υἱοῦ τοῦ Ἀβραάμ. Ὁ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, ὁ Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ, ὁ Ἰακὼβ ἐγέννησε τὸν Ἰούδα καὶ τοὺς ἀδεφλούς του, ὁ Ἰούδας ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἀπὸ τὴν Θαμάρ, ὁ Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ, ὁ Ἐσρὼμ ἐγέννησε τὸν Ἀράμ, ὁ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδάβ, ὁ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών, ὁ Ναασσὼν ἐγέννησε τὸν Σαλμών, ὁ Σαλμὼν ἐγέννησε τὸν Βοὸζ ἀπὸ τὴν Ραχάβ, ὁ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ ἀπὸ τὴν Ρούθ, ὁ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί, ὁ Ἰεσσαὶ ἐγέννησε τὸν Δαυΐδ τὸν βασιλέα. Ὁ Δαυὶδ ὁ βασιλεύς ἐγέννησε τὸν Σολομῶντα ἀπὸ τὴν σύζυγον τοῦ Οὐρία, ὁ Σολομὼν ἐγέννησε τὸν Ροβοάμ, ὁ Ροβοὰμ ἐγέννησε τὸν Ἀβιά, ὁ Ἀβιὰ ἐγέννησε τὸν Ἀσά, ὁ Ἀσὰ ἐγέννησε τὸν Ἰωσαφάτ, ὁ Ἰωσαφὰτ ἐγέννησε τὸν Ἰωράμ, ὁ Ἰωρὰμ ἐγέννησε τὸν Ὀζιάν, ὁ Ὀζίας ἐγέννησε τὸν Ἰωάθαμ, ὁ Ἰωάθαμ ἐγέννησε τὸν Ἄχαζ, ὁ Ἄχαζ ἐγέννησε τὸν Ἐζεκίαν, ὁ Ἐζεκίας ἐγέννησε τὸν Μανασσῆν, ὁ Μανασσῆς ἐγέννησε τὸν Ἀμών, ὁ Ἀμὼν ἐγέννησε τὸν Ἰωσίαν, ὁ Ἰωσίας ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφούς του κατὰ τὴν ἐποχὴν τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα. Μετὰ δὲ τὴν αἰχμαλωσίαν εἰς τὴν Βαβυλῶνα ὁ Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, ὁ Σαλαθιὴλ ἐγέννησε τὸν Ζοροβάβελ, ὁ Ζοροβάβελ ἐγέννησε τὸν Ἀβιούδ, ὁ Ἀβιοὺδ ἐγέννησε τὸν Ἐλιακείμ, ὁ Ἐλιακεὶμ ἐγέννησε τὸν Ἀζώρ, ὁ Ἀζὼρ ἐγέννησε τὸν Σαδώκ, ὁ Σαδὼκ ἐγέννησε τὸν Ἀχείμ, ὁ Ἀχεὶμ ἐγέννησε τὸν Ἐλιούδ, ὁ Ἐλιοὺδ ἐγέννησε τὸν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ ἐγέννησε τὸν Ματθάν, ὁ Ματθὰν ἐγέννησε τὸν Ἰακώβ, ὁ Ἰακὼβ ἐγέννησε τὸν Ἰωσήφ, τὸν ἄνδρα τῆς Μαρίας, ἀπὸ τὴν ὁποίαν ἐγεννήθη ὁ Ἰησοῦς, ὁ ὁποίος λέγεται Χριστός. Ὅλαι λοιπὸν αἱ γενεαὶ ἀπὸ τοῦ Ἀβραὰμ μέχρι τοῦ Δαυΐδ εἶναι γενεαὶ δεκατέσσερις καὶ ἀπὸ τοῦ Δαυΐδ μέχρι τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα εἶναι γενεαὶ δεκατέσσερις καὶ ἀπὸ τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα μέχρι τοῦ Χριστοῦ εἶναι γενεαὶ δεκατέσσερις. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις ἔγινε κατὰ τὸν ἑξῆς τρόπον. Ἀφοῦ ἡ μητέρα του Μαρία ἀρραβωνιάσθηκε μὲ τὸν Ἰωσήφ, ἔμεινε ἔγκυος ἐκ Πνεύματος Ἁγίου πρὶν νὰ συνευρεθοῦν. Ὁ ἄνδρας της, ὁ Ἰωσήφ, ἐπειδὴ ἦτο δίκαιος καὶ δὲν ἤθελε νὰ τὴν ἐκθέσῃ, ἐσκέφθηκε νὰ τὴν διώξῃ κρυφά. Καὶ ἐνῷ ἔτσι ἐσκέπτετο, ἄγγελος τοῦ Κυρίου τοῦ παρουσιάσθηκε εἰς τὸ ὄνειρόν του καὶ τοῦ εἶπε, «Ἰωσήφ, υἱὲ τοῦ Δαυΐδ, μὴ φοβηθῇς νὰ πάρῃς μαζί σου τὴν Μαριάμ, τὴν γυναῖκα σου, διότι ἐκεῖνο ποὺ ἐγεννήθηκε μέσα της προέρχεται ἀπὸ Πνεῦμα Ἅγιον. Θὰ γεννήσῃ δὲ υἱὸν, τὸν ὁποῖον θὰ ὀνομάσῃς Ἰησοῦν, διότι αὐτὸς θὰ σώσῃ τὸν λαόν του ἀπὸ τὰς ἁμαρτίας του». Ὅλα αὐτὰ ἔγιναν διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο, τὸ ὁποῖον ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ τοῦ προφήτου, «Ἰδοὺ ἡ παρθένος θὰ συλλάβη καὶ θὰ γεννήσῃ υἱὸν καὶ θὰ τὸν ὀνομάσουν Ἐμμανουήλ», τὸ ὁποῖον μεταφραζόμενον σημαίνει, «Μαζί μας εἶναι ὁ Θεός». Ὅταν ὁ Ἰωσὴφ ἐξύπνησε, ἔκανε ὅπως τὸν διέταξε ὁ ἄγγελος τοῦ Κυρίου, ἐπῆρε δηλαδὴ τὴν γυναῖκα του μαζί του· καὶ δὲν εἶχε καμίαν σχέσιν μαζί της μέχρις ὅτου ἐγέννησε τὸν υἱόν της τὸν πρωτότοκον καὶ τὸν ὠνόμασεν Ἰησοῦ.