ΔΙΑΔΙΚΤΥΑΚΟΣ ΤΟΠΟΣ ΙΕΡΟΥ ΝΑΟΥ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΠΑΛΑΤΙΑΝΗΣ ΙΛΙΟΥ               

Ύμνοι

  • Ύμνοι των Χριστουγέννων    Στο πρωτότυπο και σε νεοελληνική απόδοση.
    Ύμνοι των Χριστουγέννων Στο πρωτότυπο και σε νεοελληνική απόδοση.
      Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.   Η Παρθένος (Μαρία) σήμερα τον Λόγο που πριν απὸ τους αιώνες ήταν και είναι, μες στο σπήλαιο έρχεται για να (Τον) γεννήσει μυστικά. Η οικουμένη άκουσε (το νέο) και χόρευε, δόξασε μαζὶ με τους Αγγέλους και τους βοσκούς, τον πριν απὸ τους αιώνες (ζώντα) Θεὸ, επειδὴ θέλησε να μας φανερωθεί σαν Νέο Παιδί.     Ἡ Παρθένος σήμερον τόν Ὑπερούσιον τίκτει καί ἡ γῆ τό Σπήλαιον τῶ ἀπροσίτω προσάγει. Ἄγγελοι, μετά ποιμένων δοξολογοῦσι. Μάγοι δέ μετά ἀστέρος ὁδοιποροῦσι δι’ ἡμᾶς γάρ ἐγεννήθη Παιδίον νέον ὁ πρό αἰώνων Θεός.   Σήμερα η Παρθένος γεννάει τον άϋλο Θεό και η γη το Σπήλαιο προσφέρει στον απρόσιτο Θεό. Άγγελοι και ποιμένες Τον δοξολογούν κι οι Μάγοι μ’ οδηγό το φως του αστέρα οδοιπορούν. Για μας τούτο το πρωτόγνωρο Παιδί γεννήθηκε, Αυτό το βρέφος είναι ο προαιώνιος Θεός.     Ἡ Γέννησίς σου Χριστέ ὁ Θεός ἡμῶν ἀνέτειλε τῶ κόσμω τό φῶς τό τῆς γνώσεως˙ ἐν αὐτῆ γάρ οἱ τοῖς ἄστροις λατρεύοντες ὑπό ἀστέρος ἐδιδάσκοντο σέ προσκυνεῖν τόν Ἥλιον τῆς δικαιοσύνης καί σέ γινώσκειν ἐξ ὕψους ἀνατολήν Κύριε δόξα σοι.   Η Γέννησί σου Χριστέ και Θεέ μας φανέρωσε στον κόσμο  το φως της γνώσης της αληθινής˙ απ’ αυτή τη γνώση και σοφία οδηγημένοι εκείνοι  που μέχρι τότε τ’ αστέρια λάτρευαν διδάχθηκαν να προσκυνούν Εσένα, τον Ήλιο της δικαιοσύνης˙ και την ανατολή που από τους ουρανούς ανέτειλε να δουν στο πρόσωπό Σου, Κύριε, ας είσαι χιλιοδοξασμένος.     Ἐπεσκέψατο ἡμᾶς ἐξ ὕψους ὁ Σωτήρ ἡμῶν ἀνατολή ἀνατολῶν καί οἱ ἐν σκότει καί σκιᾶ εὕρομεν τήν ἀλήθειαν καί γάρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.   Μας επισκέφθηκε ο Σωτήρας μας από τους ουρανούς, Εκείνος, που είναι η ανατολή των ανατολών  κι όσοι βρισκόμαστε μεσ’ τη μαυρίλα και το σκοτάδι βρήκαμε την αλήθεια, αφού έχει πλέον γεννηθεί από την Παρθένο ο Κύριος.     Τί σοί προσηνέγκωμεν Χριστέ ὁ Θεός, ὅτι ὥφθης ἐπί τῆς γῆς ὡς ἄνθρωπος δι’ ἡμᾶς; Ἕκαστον τῶν ὑπό σοῦ γενομένων κτισμάτων τήν εὐχαριστίαν σοί προσάγει, οἱ ἄγγελοι τόν ὕμνον, οἱ οὐρανοί τόν ἀστέρα, οἱ μάγοι τά δῶρα, οἱ ποιμένες τό θαῦμα, ἡ γῆ τό σπήλαιον, ἡ ἔρημος τήν φάτνην, ἡμεῖς δέ μητἐραν Παρθένον. Ὁ πρό αἰώνων Θεός, ἐλέησον ἡμᾶς.   Τί δώρο να προσφέρουμε Χριστέ, Θεέ μας, Σ’ Εσένα  που στη γη ως άνθρωπος ήρθες για μας: Καθένα από τα πλάσματά Σου ευχαριστία σου προσφέρει. Οι Άγγελοι ύμνο Σού προσφέρουν, ο ουρανός τον αστέρα, οι Μάγοι τα δώρα, οι ποιμένες έκπληξη και θαυμασμό, η γη το Σπήλαιο, η έρημος τη φάτνη, κι εμείς προσφέρουμε την Παρθένο Μητέρα Εσύ που είσαι ο αιώνιος Θεός ελέησέ μας.     Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός˙ ἀκολουθήσωμεν λοιπόν, ἔνθα ὁδεύει ὁ ἀστήρ, μετά τῶν Μάγων Ἀνατολῆς τῶν βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ὠδήν ἐπάξιον, Δόξα ἐν ὑψίστοις λέγοντες, τῶ σήμερον ἐν Σπηλαίω τεχθέντι, ἐκ τῆς Παρθένου, καί Θεοτόκου, ἐν Βηθλεέμ τῆς Ἰουδαίας.   Σιμώστε όλοι οι πιστοί να δούμε  πού γεννήθηκε ο Χριστός˙ Ελάτε, να πάρουμε το δρόμο του αστεριού, τη στράτα που πήραν  οι σοφοί των βασιλιάδων της Ανατολής. Εκεί που οι  Άγγελοι Τον ανυμνούνε ακατάπαυστα. Εκεί όπου οι φλογέρες των τσοπαναρέων τραγουδούν  κατά πώς πρέπει στην περίσταση Λέγοντας, Ας είναι δοξασμένος ο Ύψιστος Θεός Εκείνος που, γεννήθηκε σήμερα, στη Βηθλεέμ της Ιουδαίας σε μια  Σπηλιά,  απ’ την Παρθένο και  Θεομάννα     Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσε τό ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνω ἐγέννησα φησί, τοῦ τικτομένου τήν σύλληψιν μή διδαχθεῖσα. Ἄνανδρος εἰμί, καί πῶς τέξω υἱόν; ἄσπορον γονήν τίς ἑώρακεν; ὅπου Θεός δέ βούλεται, νικᾶται φύσεως τάξης, ὡς γέγραπται.  Χριστός ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεέμ τῆς Ἰουδαίας.   Γιατί σε κάνει Μαριάμ, να απορείς αυτό που σού συμβαίνει;  Γιατί κατάπληκτο και θαμπωμένο το λογισμό σου άφησε; Επειδή, στη ζωή σήμερα έφερα  Εκείνον, που υπάρχει πριν απ’ τους αιώνες, τον Υιό και Λόγο του Θεού, χωρίς ποτέ να διδαχθώ της σύλληψης  τον παράδοξο τρόπο. Επειδή, άνδρα ποτέ δεν γνώρισα, πώς είναι αλήθεια μπορετό παιδί στον κόσμο να φέρω; Ποιός ποτέ είδε στη ζωή γέννημα να ‘ναι χωρίς σπορά; Όπου όμως θέλει ο Θεός καθώς είναι γραμμένο, νικιούνται κι αφανίζονται όλοι οι νόμοι της φύσης. Ο Χριστός απ’ την Παρθένο γεννήθηκε στη Βηθλεέμ τής Ιουδαίας.     Σήμερον γεννᾶται ἐκ Παρθένου ὁ δρακί τήν πᾶσαν ἔχων κτίσιν. Ράκει καθάπερ βροτός σπαργανοῦται ὁ τῆ οὐσίᾳ ἀναφής. Θεός ἐν φάτνη ἀνακλίνεται, στερεώσας τούς οὐρανούς πάλαι κατ’ ἀρχάς. Ἐκ μαζῶν γάλα τρέφεται ὁ ἐν τῆ ἐρήμῳ μάννα ὀμβρίσας τῶ λαῶ. Μάγους προσκαλεῖται  ὁ Νυμφίος τῆς Ἐκκλησίας. Δῶρα τούτων αἴρει ὁ Υἱός τῆς Παρθένου. Προσκυνοῦμεν Σου τήν Γένναν Χριστέ, Δεῖξον ἡμῖν καί τά θεῖα Σου Θεοφάνεια.   Σήμερα γεννιέται από την Παρθένο Θεοτόκο Εκείνος, που στη χούφτα Του κρατάει ολόκληρη την κτίση. Με κουρέλια, σαν άνθρωπος θνητός, περιτυλίγεται, Εκείνος, που, κατά την ουσία Του, είναι αψηλάφητος και απροσέγγιστος. Στη φάτνη αποθέτουν Εκείνον, που παλιά από τη στιγμή κιόλας της Δημιουργίας, έκανε το ουράνιο στερέωμα. Από μαστούς τρέφεται με γάλα Εκείνος, που στην έρημο έθρεψε με μάννα το λαό Του. Σοφούς της Ανατολής καλεί κοντά Του ο Νυμφίος τής Εκκλησίας. Δώρα από αυτούς δέχεται  ο Υιός της Παρθένου. Προσκυνούμε τη Γέννα Σου Χριστέ, Δείξε μας τώρα και  τα άγιά Σου Θεοφάνεια.     Χριστέ ὁ Θεός, φάτνη ὑπεδέξατο, Ποιμένες δέ καί Μάγοι προσεκύνησαν. Τότε δή τῶν Προφητῶν ἐπληροῦτο τό κήγυγμα καί Ἀγγέλων οἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καί λέγουσαι Δόξα τῆ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.    Σπηλιά διάλεξες για κατάλυμά σου, Χριστέ και Θεέ μας, φάτνη σε υποδέχτηκε, Σοφοί απ’ την Ανατολή βαθιά σε προσκυνήσαν. Τότε έγινε και πήρε σάρκα και οστά όσα είχαν οι Προφήτες προκηρύξει. Θαυμάζαν οι ουράνιες Δυνάμεις κραυγάζοντας και λέγοντας: Δόξα σε Σένα που τόσο χαμηλά κατέβηκες Μόνος Εσύ, όπου σπλαχνίζεσαι τον άνθρωπο.     Μέγα καί παράδοξον θαῦμα, τετέλεσται σήμερον! Παρθένος τίκτει, καί μήτρα οὐ φθείρεται ὁ Λόγος σαρκοῦται, καί τοῦ Πατρός οὐ κεχώρισται. Ἄγγελοι μετά Ποιμένων δοξάζουσι καί ἡμεῖς σύν αὐτοῖς ἐκβοῶμεν Δόξα ἐν ὑψίστοις Θεῶ καί ἐπί γῆς εἰρήνη.    Σήμερα μεγάλο και παράδοξο θαύμα έχει συντελεστεί! Παρθένος κόρη, μητέρα γίνεται κι η μήτρα, χωρίς φθορά παραμένει. Ο Λόγος του Θεού ανθρώπου σάρκα παίρνει, χωρίς καθόλου να χωριστεί απ’ τον Θεό Πατέρα. Μαζί με τους Ποιμένες δοξάζουν Άγγελοι κι εμείς μαζί μ’ όλους  περίτρανα διαλαλούμε: Ας έχει δόξα ο ύψιστος Θεός κι η γη ειρήνη.     Ὁ οὐρανός καί ἡ γῆ σήμερον ἡνώθησαν τεχθέντος τοῦ Χριστοῦ. Σήμερον Θεός ἐπί γῆς παραγέγονε καί ἄνθρωπος εἰς οὐρανούς ἀναβέβηκε. Σήμερον ὁρᾶται σαρκί, ὁ φύσει ἀόρατος διά τόν ἄνθρωπον διά τοῦτο καί ἡμεῖς δοξολογοῦντες βοήσωμεν αὐτῶ Δόξα ἐν ὑψίστοις Θεῶ καί ἐπί γῆς εἰρήνη ἥν ἡμῖν ἐβράβευσεν ἡ παρουσία σου, Σωτήρ ἡμῶν δόξα σοι.   Σήμερα,  όπου ο Χριστός γεννήθηκε,  γη κι ουρανός έγιναν ένα. Σήμερα, ο Θεός κατέβηκε στη γη κι ο άνθρωπος ανέβηκε στον ουρανό. Σήμερα φανερώνεται ως άνθρωπος, Εκείνος που από τη φύση Του  αόρατος είναι για τον άνθρωπο, γι’ αυτό κι εμείς δοξάζοντάς Τον φωνή υψώνουμε και Του λέμε: Ας έχει δόξα ο ύψιστος Θεός κι η γη ας βρει την ειρήνη, εκείνη την ειρήνη που η παρουσία Σου μας χάρισε Σωτήρα μας, ας έχεις δόξα.
  • Ακάθιστος Ύμνος - Γ' Στάσις
    Ακάθιστος Ύμνος - Γ' Στάσις
    Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτὴν βοῶντες· Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας, χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας. Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα, χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα. Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί, χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί. Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις, χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις. Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις, χαῖρε, πολλῶν πταιόντων συγχώρησις. Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας, χαῖρε, στοργὴ πάντα πόθον νικῶσα. Χαῖρε, Νύμφη ἀνύμφευτε. Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος· βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοώντας· Ἀλληλούια. Ὅλως ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα· Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα, χαῖρε, σεπτοῦ μυστηρίου θύρα. Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα, χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα. Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ, χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ. Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα, χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα. Χαῖρε, δι' ἧς ἐλύθη παράβασις, χαῖρε, δι' ἧς ἠνοίχθη παράδεισος. Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας, χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων. Χαῖρε, Νύμφη ἀνύμφευτε. Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως· Ἀλληλούια. Ρήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν, τὸ πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριο ν θαυμάζοντες, πιστῶς βοῶμεν· Χαῖρε, σοφίας Θεοῦ δοχεῖον, χαῖρε, προνοίας αὐτοῦ ταμεῖον. Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα, χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα. Χαῖρε, ὅτὶ ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί, χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί. Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα, χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα. Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα, χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα. Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι, χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων. Χαῖρε, Νύμφη ἀνύμφευτε. Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει· Ἀλληλούια.
  • Ακάθιστος Ύμνος - Β' Στάσις
    Ακάθιστος Ύμνος - Β' Στάσις
    Ἤκουσαν oἱ ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον· Χαῖρε, Ἀμνοῦ καὶ Ποιμένος Μῆτερ, χαῖρε, αὐλὴ λογικῶν προβάτων. Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον, χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον. Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ, χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς. Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα, χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος. Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα, χαῖρε, λαμπρὸν τῆς Χάριτος γνώρισμα. Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης, χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν. Χαῖρε, Νύμφη ἀνύμφευτε. Θεοδρόμον ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες· Ἀλληλούια. Ἴδον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου μορφὴν ἔλαβεν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ· Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ, χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας. Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα, χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα. Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς, χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν. Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας, χαῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων. Χαῖρε πυρὸς προσκύνησιν παύσασα, χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα. Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης, χαῖρε, πασῶν γενεῶν εὐφροσύνη. Χαῖρε, Νύμφη ἀνύμφευτε. Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν· Ἀλληλούια. Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας ἐδίωξας, τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ρυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον· Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων, χαῖρε, κατάπτωσις τῶν δαιμόνων. Χαῖρε, τὴν ἀπάτης τὴν πλάνην πατήσασα, χαῖρε, τῶν εἰδώλων τὴν δόξαν ἐλεγξασα. Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν, χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν. Χαῖρε, πύρινε στῦλε ὁδηγῶν τοὺς ἐν σκότει, χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης. Χαῖρε, τροφὴ τοῦ μάνα διάδοχε, χαῖρε, τρυφῆς ἁγίας διάκονε. Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας, χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα. Χαῖρε, Νύμφη ἀνύμφευτε. Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν, κράζων· Ἀλληλούια.
  • Οι 24 οίκοι του Ακαθίστου Ύμνου
    Οι 24 οίκοι του Ακαθίστου Ύμνου
      Οι 24 οίκοι του Ακαθίστου Ύμνου Γράμμα Διήγηση Θέμα Χαιρετισμό απευθύνει Εφύμνιο ιστορικό μέρος Ἄγγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα Ο αρχάγγελος Γαβριήλ έρχεται και φέρνει το θεϊκό μήνυμα, το «χαῖρε», στη Θεοτόκο Αρχάγγελος Γαβριήλ Χαῖρε, νύμφη ἀνύμφευτε Βλέπουσα ἡ Ἁγία ἑαυτήν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πὼς λέγεις κράζων Η Θεοτόκος απορεί για τον παράδοξο τρόπο της συλλήψεως   Ἀλληλούια Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ἐκ λαγόνων ἁγνῶν υἷον πῶς ἔσται τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω Ο Γαβριήλ της εξηγεί την απόρρητη βουλή του Θεού Αρχάγγελος Γαβριήλ Χαῖρε, νύμφη ἀνύμφευτε Δύναμις τοῦ Ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως Η δύναμη του Θεού επισκιάζει την Παρθένο και συλλαμβάνει τον Υιό του Θεού   Ἀλληλούια Ἔχουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ. Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ἄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον Η Θεοτόκος επισκέπτεται τη συγγενή της Ελισάβετ, η οποία κυοφορεί τον Πρόδρομο, και ανταλλάσσουν προφητικούς λόγους Ιωάννης ο Βαπτιστής (ως έμβρυο) Χαῖρε, νύμφη ἀνύμφευτε Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη· πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη Ο Ιωσήφ, μνηστήρας της Παρθένου, αμφιβάλλει, αλλά ενημερώνεται από τον άγγελο για το μυστήριο της συλλήψεως   Ἀλληλούια Ἤκουσαν oἱ ποιμένες τῶν Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον Ο Χριστός γεννιέται και οι ποιμένες έρχονται και Τον προσκυνούν οι ποιμένες Χαῖρε, νύμφη ἀνύμφευτε Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες Το αστέρι δείχνει τον δρόμο στους μάγους της Ανατολής   Ἀλληλούια Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου μορφὴν ἔλαβεν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ Η προσκύνηση των μάγων οι Μάγοι Χαῖρε, νύμφη ἀνύμφευτε Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα ἐκτελέσαντές σου τὸν χρησμόν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη μὴ εἰδότα ψάλλειν Οι μάγοι (θεοφόροι κήρυκες) επιστρέφουν από άλλο δρόμο στη Βαβυλώνα   Ἀλληλούια Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον Η φυγή στην Αίγυπτο οι πιστοί που ερύσθησαν από τα είδωλα Χαῖρε, νύμφη ἀνύμφευτε Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων Ο Συμεών δέχεται στην αγκάλη του ως βρέφος τον Χριστό   Ἀλληλούια δογματικό-θεολογικό μέρος Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ Κτίστης ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός καὶ φυλάξας ταύτην ὥσπερ ἦν ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες Ο Λόγος του Θεού με την σάρκωσή Του δημιουργεί νέα κτίση, η οποία τον δοξολογεί οι πιστοί Χαῖρε, νύμφη ἀνύμφευτε Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος· βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοώντας Ο παράξενος -«ὁ ξένος» - τόκος προτρέπει τους ανθρώπους να αποξενωθούν από τον κόσμο και να υψώσουν το νου τους στον ουρανό   Ἀλληλούια Ὅλως ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα Όλος ήταν στην γη ο δοξολογούμενος Λόγος, αλλά και από τον ουρανό δεν απουσίαζε οι πιστοί Χαῖρε, νύμφη ἀνύμφευτε Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως Οι άγγελοι θαύμασαν το έργο της ενανθρώπησης του Θεού και την κοινωνία του με τους ανθρώπους   Ἀλληλούια Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν Οι σοφοί του κόσμου μένουν άφωνοι, μη μπορώντας νά εξηγήσουν το μυστήριο της γεννήσεως οι πιστοί Χαῖρε, νύμφη ἀνύμφευτε Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς Θεὸς ἀκούει Ο Ποιμένας-Θεός γίνεται πρόβατο–άνθρωπος για να σώσει τον κόσμο   Ἀλληλούια Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων. Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε ποιητής, Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ πάντας σοι προσφωνεῖν διδάξας Η Παρθένος γίνεται τείχος που προστατεύει όλους τους πιστούς οι πιστοί Χαῖρε, νύμφη ἀνύμφευτε Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν Κανένας ύμνος δεν επαρκεί για να υμνηθεί ο Σαρκωθείς Βασιλέας   Ἀλληλούια Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄυλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας αὐγῇ τὸν νοῦν φωτίζουσα κραυγῇ δὲ τιμωμένη ταῦτα Η Θεοτόκος είναι η λαμπάδα, που καθοδηγεί τους πιστούς στη Θεογνωσία οι πιστοί Χαῖρε, νύμφη ἀνύμφευτε Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων ἐπεδήμησε δι’ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος· καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως Ο Χριστός ήρθε στο κόσμο για να του δώσει χάρη   Ἀλληλούια Ψάλλοντές σου τὸν τόκον ἀνυμνοῦμέν σε πάντες ὡς ἔμψυχον ναόν, Θεοτόκε. Ἐν τῇ σῇ γὰρ οὶκήσας γαστρί ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας Η Θεοτόκος είναι έμψυχος ναός στον οποίο δοξάζεται ο Χριστός οι πιστοί Χαῖρε, νύμφη ἀνύμφευτε Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον· δεξαμένη γὰρ τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας Ύμνος και ικεσία προς την Παρθένο   Ἀλληλούια
  • Α’ ΧΑΙΡΕΤΙΣΜΟΙ
    Α’ ΧΑΙΡΕΤΙΣΜΟΙ
    Αυτήν την εβδομάδα μετά και την Καθαρά Δευτέρα  σε όλους τους Ορθόδοξους Ιερούς Ναούς θα ψαλεί την Παρασκευή, η ακολουθία των Χαιρετισμών. Μια πανέμορφη, κατανυκτική ακολουθία μαζί με την Α' στάση του Ακαθίστου Ύμνου. Κεντρικό και τιμώμενο πρόσωπο, η Παναγία μας Θεοτόκος.   Α' στάση Άγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τή Θεοτόκω το Χαίρε· (εκ γ') καί συν τή ασωμάτω φωνή, σωματούμενόν σε θεωρών Κύριε, εξίστατο καί ίστατο, κραυγάζων πρός αυτήν τοιαύτα· χαίρε δι ης η χαρά εκλάμψει χαίρε δι' ης η αρά εκλείψει χαίρε του πεσόντος Αδάμ η ανάκλησις χαίρε των δακρύων της Εύας η λύτρωσις χαίρε ύψος δυσανάβατον ανθρωπίνοις λογισμοίς χαίρε βάθος δυσθεώρητον καί Αγγέλων οφθαλμοίς χαίρε ότι υπάρχεις Βασιλέως καθέδρα χαίρε ότι βαστάζεις τόν βαστάζοντα πάντα χαίρε αστήρ εμφαίνων τον ήλιον χαίρε γαστήρ ενθέου σαρκώσεως χαίρε δι' ης νεουργήται η κτίσις χαίρε δι' ής βρεφουργείται ο Κτίστης Χαίρε Νύμφη ανύμφευτε. Βλέπουσα η Αγία, εαυτήν εν αγνεία, φησί τω Γραβριήλ θαρσαλέως· το παράδοξόν σου της φωνής, δυσπαράδεκτόν μου τή ψυχή φαίνεται· ασπόρου γαρ συλλήψεως, τήν κύησιν πώς λέγεις κράζειν· Αλληλούϊα. Γνώσιν άγνωστον γνώναι, η Παρθένος ζητούσα, εβόησε πρός τόν λειτουργούντα· εκ λαγόνων αγνών, Υιόν πώς εστι τεχθήναι δυνατόν; λέξον μοι· πρός ην εκείνος έφησεν εν φόβω, πλην κραυγάζων ούτω· χαίρε βουλής απορρήτου μύστις χαίρε σιγής δεομένων πίστις χαίρε των θαυμάτων Χριστού το προοίμιον χαίρε των δογμάτων αυτού το κεφάλαιον χαίρε κλίμαξ επουράνιε δι' ής κατέβη ο Θεός χαίρε γέφυρα μετάγουσα τους εκ γης πρός ουρανόν χαίρε το των Αγγέλων πολυθρύλητον θαύμα χαίρε το των δαιμόνων πολυθρήνητων τραύμα χαίρε το φώς αρρήτως γεννήσασα χαίρε το πως μηδένα διδάξασα χαίρε σοφών υπερβαίνουσα γνώσιν χαίρε πιστών καταυγάζουσα φρένας Χαίρε Νύμφη ανύμφευτε. Δύναμις του Υψίστου, επεσκίασε τότε, πρός σύλληψιν τή Απειρογάμω· καί τήν εύκαρπον ταύτης νηδύν, ως αγρόν υπέδειξεν ηδύν άπασι, τοις θέλουσι θερίζειν σωτηρίαν, εν τω ψάλλειν ούτως· Αλληλούϊα. Έχουσα θεοδόχον η Παρθένος τήν μήτραν, ανέδραμε πρός τήν Ελισάβετ, το δε βρέφος εκείνης ευθύς, επιγνόν τόν ταύτης ασπασμόν, έχαιρε! Καί άλμασιν ως άσμασιν, εβόα πρός τήν Θεοτόκον· χαίρε βλαστού αμαράντου κλήμα χαίρε καρπού ακηράτου κτήμα χαίρε γεωργόν γεωργούσα Φιλάνθρωπον χαίρε φυτουργόν της ζωής ημών φύουσα χαίρε άρουρα βλαστάνουσα ευφορίαν οιοκτιρμών χαίρε τράπεζα βαστάζουσα ευθηνίαν ιλασμών χαίρε ότι λειμώνα της τρυφής αναθάλλεις χαίρε ότι λιμένα των ψυχών ετοιμάζεις χαίρε δεκτόν πρεσβείας θυμίαμα χαίρε παντός του κόσμου εξίλασμα χαίρε Θεού πρός θνητούς ευδοκία χαίρε θνητών προς Θεόν παρρησία Χαίρε Νύμφη ανύμφευτε. Ζάλην ένδοθεν έχων, λογισμών αμφιβόλων, ο σώφρων Ιωσήφ εταράχθη, πρός τήν άγαμόν σε θεωρών, καί κλεψίγαμον υπονοών άμεμπτε· μαθών σε σου τήν σύλληψιν εκ Πνεύματος Αγίου έφη· Αλληλούϊα.
  • «Σε υμνούμεν, σε ευλογούμεν, σοι ευχαριστούμεν, Κύριε, και δεόμεθά σου, ο Θεός ημών».
    «Σε υμνούμεν, σε ευλογούμεν, σοι ευχαριστούμεν, Κύριε, και δεόμεθά σου, ο Θεός ημών».
      Δεν είναι το χρέος μας τούτος ο ύμνος. Είναι το ξέσπασμα της καρδιάς μας μπροστά στην απεραντοσύνη της αγάπης Του και της καταδεκτικότητάς Του. Τον υμνούμε, Τον ευλογούμε και Τον ευχαριστούμε γι’ αυτό που είναι, αλλά και γι’ αυτό που μας έκανε να είμαστε λειτουργικά όντα. Προχωρώντας τη Λειτουργική πορεία, φτάνουμε στα κράσπεδα του Θείου Φωτός, αγγίζουμε τους πρόποδες του Θαβωρείου. Τι να πεις; Πώς να εκφράσεις το μεγαλείο της στιγμής;  «Ο Θεός ημών»: ο δικός μας, ο οικείος. Γι’ αυτό και τολμούμε να προχωρούμε. Γι’ αυτό κι αποκτούμε το θάρρος να δεόμεθα, να επικαλούμαστε την κάθοδο του Πνεύματος «εφ’ ημάς και επί τα προκείμενα δώρα ταύτα». Όλοι μαζί υμνούμε, ευλογούμε, ευχαριστούμε και δεόμεθα, ως παιδιά προς πατέρα, ως φθαρτοί προς άφθαρτον. Κι Εκείνος έρχεται, αθόρυβα και ουσιαστικά επιτελώντας το θαύμα της μεταμόρφωσης των πάντων δι’ ημών. «Κύριε ελέησον».     Από το βιβλίο ΛΕΙΤΟΥΡΓΙΚΗ ΠΟΡΕΙΑ, έκδοση Ιερού Ησυχαστηρίου Αγίας Τριάδος – Μετόχι Ι. Μονής Μαχαιρά.    Πηγή: isagiastriados.com
  • ΚΥΡΙΕ ΤΩΝ ΔΥΝΑΜΕΩΝ
    ΚΥΡΙΕ ΤΩΝ ΔΥΝΑΜΕΩΝ
      ΚΥΡΙΕ ΤΩΝ ΔΥΝΑΜΕΩΝ Πατήστε εδώ εδώ και ακούστε τον ύμνο. Ήχος πλ. β'  Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.  Στίχ. Αινείτε τον Θεόν εν τοις Αγίοις αυτού, αινείτε αυτόν εν στερεώματι της δυνάμεως αυτού.  Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.  Στίχ. Αινείτε αυτόν επί ταις δυναστείας αυτού, αινείτε αυτόν κατά το πλήθος της μεγαλωσύνης αυτού.  Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.  Στίχ. Αινείτε αυτόν εν ήχω σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω και κιθάρα.  Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.  Στίχ. Αινείτε αυτόν εν τυμπάνω και χορώ, αινείτε αυτόν εν χορδαίς και οργάνω.  Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.  Στίχ. Αινείτε αυτόν εν κυμβάλοις ευήχοις, αινείτε αυτόν εν κυμβάλοις αλαλαγμού, Πάσα πνοή αινεσάτω τον Κύριον.  Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.  Αινείτε τον Θεόν εν τοις Αγίοις αυτού.  Αινείτε αυτόν εν στερεώματι της δυνάμεως αυτού. Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.